Tags » Chrysostom

Translation Tuesday: Catenae Graecorum 03

ΚΕΦ. Α.

Ἔπαινος Θεσσαλονικέων ἐπὶ τοίς ἀξίοις τῶν Ἀποστόλων ἀγῶσιν.

             Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης—τί δήποτε Ἐφεσίοις μὲν ἐπιστέλλων, καὶ τὸν Τιμόθεον ἐχων μεθ᾽ἑαυτοῦ, οὐχὶ συνέταξεν ἑαυτῷ· καίτοι γνωριζόμενον παρ᾽αὐτοῖς καὶ θαυμαζόμενον· “τὴν γὰρ δοκιμὴν αὐτοῦ γινώσκετε,” φησὶ, “ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν,” καὶ πάλιν, “ὅτι οὐδένα ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει·” ἐνταῦθα δὲ συντάττει αὐτὸν ἑαυτῷ; ἐμοὶ δοκεῖ, ὅτι τότε μὲν ἔμελλεν αὐτὸν πέμπειν εὐθέως, καὶ περιττὸν ἦν ἐπιστέλλειν τὸν τὰ γράμματα καταληψόμενον· φησὶ γὰρ, “τοῦτον ἐλπίζω πέμψαι ἐξ αὐτῆς,” ἐνταῦθα δὲ, οὐχ οὕτως, ἀλλ᾽ἐπανελθὼν ἦν εὐθέως, ὥστε εἰκότως ἐπέστελλεν· “ἄρτι γὰρ,” φησὶ, “ἐλθόντος Τιμοθέον πρὸς ἡμᾶς ἀφ᾽ “ὑμῶν.” Διατί δὲ αὐτοῦ προτίθησι τὸν Σιλουανὸν, καίτοι μυρία αὐτῷ μαρτυρῶν ἀγαθὰ, καὶ πάντων αὐτὸν προτιθείς; ἴσως μὲν ἐκείνου τοῦτο ἀξιοῦντος κατὰ πολλὴν ταπεινοφροσύνην, καὶ παρακαλοῦντος.

Greek

Rupture the Rapture. Or, Why you won't get Left Behind

The Left Behind series of fictional novels were published from the mid-90s onwards and quickly became huge bestsellers. Based on a theology mostly dreamt up in the 19th century, they nevertheless affirmed the beliefs of many within a certain section of fundamentalist Christianity. 247 more words

Jesus